Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 32.6 Dem. 32.10 (English) >>Dem. 32.13

32.8ἀποτυχὼν δὲ τούτου, καὶ τοῦ παρʼ ἡμῶν συμπλέοντος ἐναντιωθέντος καὶ τοῖς ναύταις μισθούς, εἰ διασῴσειαν τὴν ναῦν, μεγάλους ἐπαγγειλαμένου, σωθείσης εἰς Κεφαλληνίαν τῆς νεὼς διὰ τοὺς θεοὺς μάλιστά γε, εἶτα καὶ διὰ τὴν τῶν ναυτῶν ἀρετήν, πάλιν μετὰ τῶν Μασσαλιωτῶν τῶν τοῦ Ἡγεστράτου πολιτῶν μὴ καταπλεῖν Ἀθήναζε τὸ πλοῖον ἔπραττε, λέγων ὡς αὐτός τε καὶ τὰ χρήματʼ ἐκεῖθέν ἐστι, καὶ ναύκληρος εἴη καὶ οἱ δεδανεικότες Μασσαλιῶται. 32.9ἀποτυχὼν δὲ καὶ τούτου, καὶ τῶν ἀρχόντων τῶν ἐν τῇ Κεφαλληνίᾳ γνόντων Ἀθήναζε τὴν ναῦν καταπλεῖν, ὅθενπερ ἀνήχθη, ὃν οὐδʼ ἂν εἷς ἐλθεῖν ᾤετο δεῦρο τολμῆσαι τοιαῦτά γʼ ἐσκευωρημένον καὶ πεποιηκότα, οὗτος, ἄνδρες Ἀθηναῖοι, τοσοῦτον ὑπερβέβληκεν ἀναιδείᾳ καὶ τόλμῃ, ὥστʼ οὐκ ἐλήλυθεν μόνον, ἀλλὰ καὶ τοῦ σίτου τοῦ ἡμετέρου ἀμφισβητήσας ἡμῖν δίκην προσείληχεν.

32.10τί οὖν ποτʼ ἐστὶν τὸ αἴτιον, καὶ τῷ ποτʼ ἐπηρμένος οὗτος καὶ ἐλήλυθεν καὶ τὴν δίκην εἴληχεν; ἐγὼ ὑμῖν ἐρῶ, ἄνδρες δικασταί, ἀχθόμενος μὲν νὴ τὸν Δία καὶ θεούς, ἀναγκαζόμενος δέ. ἔστιν ἐργαστήρια μοχθηρῶν ἀνθρώπων συνεστηκότων ἐν τῷ Πειραιεῖ· οὓς οὐδʼ ὑμεῖς ἀγνοήσετʼ ἰδόντες. 32.11ἐκ τούτων ἕνα, ἡνίχʼ οὗτος ἔπραττεν ὅπως ναῦς μὴ καταπλεύσεται δεῦρο, πρεσβευτὴν ἐκ βουλῆς τινα λαμβάνομεν γνώριμον οὑτωσί, τι δʼ ἦν οὐκ εἰδότες, ἀτύχημʼ οὐδὲν ἔλαττον, εἰ οἷόν τʼ εἰπεῖν, ἀτυχήσαντες τὸ ἐξ ἀρχῆς πονηροῖς ἀνθρώποις συμμεῖξαι. οὗτος πεμφθεὶς ὑφʼ ἡμῶν (Ἀριστοφῶν ὄνομʼ αὐτῷ), ὃς καὶ τὰ τοῦ Μικκαλίωνος πράγματʼ ἐσκευώρηται (ταῦτα γὰρ νῦν ἀκούομεν), ἠργολάβηκεν αὐτὸς καὶ κατεπήγγελται τουτῳί, καὶ ὅλως ἐστὶν πάντα πράττων οὗτος· ὁδὶ δʼ ἅσμενος δέδεκται ταῦτα.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 32.6 Dem. 32.10 (English) >>Dem. 32.13

Powered by PhiloLogic